Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.24.3 | Hdt. 3.25.4 (English) | >>Hdt. 3.26.2 |
3.25.2 οἷα δὲ ἐμμανής τε ἐὼν καὶ οὐ φρενήρης , ὡς ἤκουε τῶν Ἰχθυοφάγων , ἐστρατεύετο , Ἑλλήνων μὲν τοὺς παρεόντας αὐτοῦ τάξας ὑπομένειν , τὸν δὲ πεζὸν πάντα ἅμα ἀγόμενος .
3.25.3 ἐπείτε δὲ στρατευόμενος ἐγένετο ἐν Θήβῃσι , ἀπέκρινε τοῦ στρατοῦ ὡς πέντε μυριάδας , καὶ τούτοισι μὲν ἐνετέλλετο Ἀμμωνίους ἐξανδραποδισαμένους τὸ χρηστήριον τὸ τοῦ Διὸς ἐμπρῆσαι , αὐτὸς δὲ τὸν λοιπὸν ἄγων στρατὸν ἤιε ἐπὶ τοὺς Αἰθίοπας .
3.25.4 πρὶν δὲ τῆς ὁδοῦ τὸ πέμπτον μέρος διεληλυθέναι τὴν στρατιήν , αὐτίκα πάντα αὐτοὺς τὰ εἶχον σιτίων ἐχόμενα ἐπελελοίπεε , μετὰ δὲ τὰ σιτία καὶ τὰ ὑποζύγια ἐπέλιπε κατεσθιόμενα .
3.25.5 εἰ μέν νυν μαθὼν ταῦτα ὁ Καμβύσης ἐγνωσιμάχεε καὶ ἀπῆγε ὀπίσω τὸν στρατόν , ἐπὶ τῇ ἀρχῆθεν γενομένῃ ἁμαρτάδι ἦν ἂν ἀνὴρ σοφός · νῦν δὲ οὐδένα λόγον ποιεύμενος ἤιε αἰεὶ ἐς τὸ πρόσω .
3.25.6 οἱ δὲ στρατιῶται ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν , ποιηφαγέοντες διέζωον , ἐπεὶ δὲ ἐς τὴν ψάμμον ἀπίκοντο , δεινὸν ἔργον αὐτῶν τινες ἐργάσαντο · ἐκ δεκάδος γὰρ ἕνα σφέων αὐτῶν ἀποκληρώσαντες κατέφαγον .
3.25.7 πυθόμενος δὲ ταῦτα ὁ Καμβύσης , δείσας τὴν ἀλληλοφαγίην , ἀπεὶς τὸν ἐπʼ Αἰθίοπας στόλον ὀπίσω ἐπορεύετο καὶ ἀπικνέεται ἐς Θήβας πολλοὺς ἀπολέσας τοῦ στρατοῦ · ἐκ Θηβέων δὲ καταβὰς ἐς Μέμφιν τοὺς Ἕλληνας ἀπῆκε ἀποπλέειν .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.24.3 | Hdt. 3.25.4 (English) | >>Hdt. 3.26.2 |